Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  2. κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
  3. ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
  4. σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
  5. οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
  6. μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
  7. ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
  8. κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
  9. βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
  10. μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
  11. Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
  12. ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
  13. καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
  14. νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
  15. χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
  16. ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
  17. εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
  18. κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
  19. μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
  20. πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
  21. πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  22. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  23. ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
  24. καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
  25. τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
  26. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  27. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  28. βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
  29. οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
  30. νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
  31. ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
  32. ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
  33. πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
  34. θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
  35. νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
  36. ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
  37. γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
  38. ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
  39. εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
  40. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  41. αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  42. τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
  43. οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
  44. ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  45. ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
  46. σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
  47. πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
  48. ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
  49. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  50. αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
  51. ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
  52. ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
  53. πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
  54. χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  55. ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
  56. Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
  57. ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
  58. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  59. ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
  60. τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
  61. ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
  62. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
  63. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
  64. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
  65. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
  66. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
  67. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
  68. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
  69. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  70. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
  71. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
  72. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  73. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  74. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
  75. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
  76. αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  77. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
  78. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
  79. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
  80. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
  81. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
  82. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
  83. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
  84. φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
  85. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  86. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  87. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
  88. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
  89. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
  90. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
  91. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
  92. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  93. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  94. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  95. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
  96. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
  97. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
  98. πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
  99. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
  100. αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
  101. καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
  102. σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
  103. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  104. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  105. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
  106. αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
  107. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  108. ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
  109. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  110. ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
  111. ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
  112. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
  113. ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
  114. σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
  115. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  116. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
  117. παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
  118. δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
  119. πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
  120. ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
  121. πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
  122. ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
  123. ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
  124. Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
  125. ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
  126. ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
  127. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  128. τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
  129. ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
  130. πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
  131. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  132. μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.