Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
  2. ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
  3. χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
  4. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
  5. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  6. κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
  7. ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
  8. σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,