Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
  2. οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
  3. ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
  4. ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
  5. χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
  6. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
  7. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  8. κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι