ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺςἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαιἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιοπόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖνδόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντεςκάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες