Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
  • χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
  • φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
  • Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
  • ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
  • οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
  • Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
  • ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  • οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
  • δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
  • τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
  • ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
  • νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
  • ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
  • αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
  • αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
  • ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
  • τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι