Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
  2. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  3. οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
  4. αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
  5. πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
  6. τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
  7. χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
  8. φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
  9. Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
  10. ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
  11. οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
  12. Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,