Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
  2. τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
  3. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  4. χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
  5. Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
  6. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·