Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
  2. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  3. νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
  4. εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
  5. οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
  6. ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  7. ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
  8. ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
  9. οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
  10. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
  11. γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
  12. αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
  13. παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
  14. τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
  15. τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
  16. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  17. χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
  18. Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
  19. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  20. οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
  21. αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
  22. πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
  23. τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
  24. χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
  25. φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
  26. Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
  27. ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
  28. οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
  29. Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
  30. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  31. οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
  32. δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
  33. τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
  34. ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·