Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  2. τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
  3. ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
  4. κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
  5. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  6. νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
  7. εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
  8. οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
  9. ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  10. ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
  11. ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
  12. οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
  13. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
  14. γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
  15. αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
  16. παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
  17. τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
  18. τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
  19. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  20. χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
  21. Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
  22. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·