Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
  2. ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
  3. τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
  4. ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
  5. πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  6. ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
  7. παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
  8. δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
  9. ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
  10. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
  11. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·