Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
  2. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
  3. μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
  4. ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
  5. ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
  6. τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
  7. ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
  8. πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  9. ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
  10. παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
  11. δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
  12. ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
  13. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
  14. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  15. ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  16. χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
  17. ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
  18. εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
  19. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  20. τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;