Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
  • ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
  • νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
  • καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
  • ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
  • ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  • οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο