ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸςπλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιναὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήωνἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦκαλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοιἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντοἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλουςἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.