Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  2. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  3. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
  4. πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
  5. πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
  6. αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
  7. ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
  8. νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
  9. καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
  10. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
  11. ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  12. οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
  13. ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
  14. Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
  15. ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
  16. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
  17. μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
  18. ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
  19. ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
  20. τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
  21. ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
  22. πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  23. ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
  24. παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
  25. δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
  26. ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
  27. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
  28. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  29. ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  30. χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
  31. ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
  32. εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
  33. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  34. τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
  35. ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
  36. κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
  37. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  38. νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
  39. εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
  40. οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
  41. ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  42. ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
  43. ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
  44. οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
  45. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
  46. γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
  47. αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
  48. παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
  49. τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
  50. τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
  51. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  52. χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
  53. Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
  54. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  55. οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
  56. αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
  57. πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
  58. τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
  59. χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
  60. φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
  61. Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
  62. ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
  63. οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
  64. Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
  65. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  66. οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
  67. δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
  68. τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
  69. ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
  70. νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
  71. ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
  72. αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
  73. αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
  74. ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
  75. τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
  76. ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  77. ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
  78. πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
  79. κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
  80. σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
  81. δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
  82. ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
  83. ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
  84. οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
  85. κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
  86. οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
  87. ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
  88. ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
  89. χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
  90. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
  91. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  92. κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
  93. ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
  94. σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
  95. οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
  96. μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
  97. ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
  98. κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
  99. βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
  100. μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
  101. Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
  102. ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
  103. καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
  104. νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
  105. χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
  106. ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
  107. εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
  108. κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
  109. μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
  110. πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
  111. πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  112. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  113. ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
  114. καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
  115. τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
  116. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  117. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  118. βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
  119. οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
  120. νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
  121. ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
  122. ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
  123. πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
  124. θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
  125. νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
  126. ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
  127. γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
  128. ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
  129. εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
  130. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  131. αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  132. τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
  133. οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
  134. ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  135. ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
  136. σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
  137. πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
  138. ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
  139. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  140. αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
  141. ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
  142. ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
  143. πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
  144. χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  145. ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
  146. Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
  147. ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
  148. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  149. ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
  150. τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
  151. ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
  152. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
  153. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
  154. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
  155. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
  156. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
  157. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
  158. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
  159. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  160. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
  161. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
  162. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  163. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  164. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
  165. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
  166. αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  167. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
  168. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
  169. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
  170. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
  171. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
  172. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
  173. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
  174. φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
  175. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  176. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  177. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
  178. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
  179. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
  180. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
  181. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
  182. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  183. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  184. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  185. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
  186. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
  187. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
  188. πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
  189. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.