Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
  2. στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
  3. ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
  4. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  5. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  6. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  7. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
  8. πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς