Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
  2. ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
  3. μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
  4. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  5. τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
  6. ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
  7. πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
  8. στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
  9. ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
  10. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  11. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  12. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  13. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
  14. πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
  15. πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
  16. αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
  17. ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
  18. νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
  19. καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
  20. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
  21. ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  22. οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
  23. ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
  24. Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
  25. ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
  26. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
  27. μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
  28. ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
  29. ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
  30. τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
  31. ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
  32. πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  33. ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
  34. παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
  35. δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
  36. ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
  37. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
  38. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·