Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
  2. ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
  3. Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
  4. ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
  5. μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
  6. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  7. τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
  8. ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
  9. πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
  10. στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
  11. ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
  12. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  13. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  14. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  15. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
  16. πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
  17. πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
  18. αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
  19. ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
  20. νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ