Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
  2. ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
  3. ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
  4. δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  5. ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
  6. εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
  7. ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
  8. Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
  9. ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,