Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
  3. καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
  4. αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
  5. βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
  6. οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
  7. τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο