Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  • ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  • ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
  • πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
  • ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
  • δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
  • μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.