Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  2. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  3. ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  4. ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
  5. πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
  6. ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
  7. δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
  8. μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
  9. ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
  10. ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
  11. δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  12. ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
  13. εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,