Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
  2. ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει
  3. πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  4. ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  5. φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
  6. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  7. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.