Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
  2. λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
  3. νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
  4. ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  5. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
  6. βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
  7. ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
  8. ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
  9. ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
  10. χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
  11. οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον