Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
  2. ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  3. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  4. ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
  5. ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
  6. λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
  7. νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες