Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
  2. τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
  3. ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.
  4. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  5. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  6. νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
  7. καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
  8. αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
  9. βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
  10. οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
  11. τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
  12. Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
  13. μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα