Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
  2. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  3. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
  4. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
  5. ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  6. οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
  7. πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
  8. ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
  9. οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
  10. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
  11. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  12. αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
  13. ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
  14. νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
  15. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  16. ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
  17. ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  18. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  19. ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
  20. ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
  21. λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
  22. νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
  23. ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  24. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
  25. βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
  26. ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
  27. ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
  28. ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
  29. χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
  30. οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον
  31. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  32. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  33. ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ
  34. οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.
  35. ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  36. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
  37. ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει
  38. πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  39. ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  40. φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
  41. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  42. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  43. ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  44. ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
  45. πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
  46. ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους