Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
  2. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
  3. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  4. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
  6. ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  7. οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
  8. πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
  9. ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
  10. οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
  11. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
  12. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  13. αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
  14. ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
  15. νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
  16. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  17. ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς