Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
  2. οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  3. κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
  4. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
  5. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  6. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
  7. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
  8. ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  9. οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
  10. πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
  11. ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων