Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
  2. πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
  3. Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
  4. τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
  5. Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
  6. καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
  7. οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
  8. πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.