Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
  2. αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
  3. λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
  4. πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
  5. Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
  6. τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
  7. Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
  8. καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
  9. οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
  10. πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
  11. οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  12. κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
  13. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,