Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
  2. πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
  3. αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
  4. κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
  5. ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
  6. ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
  7. καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
  8. ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
  9. πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
  10. αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
  11. λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
  12. πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
  13. Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
  14. τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
  15. Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
  16. καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
  17. οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
  18. πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
  19. οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  20. κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
  21. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
  22. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  23. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
  24. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
  25. ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  26. οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
  27. πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
  28. ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
  29. οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
  30. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
  31. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  32. αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
  33. ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
  34. νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
  35. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  36. ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
  37. ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  38. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  39. ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
  40. ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
  41. λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
  42. νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
  43. ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  44. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
  45. βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
  46. ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
  47. ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
  48. ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
  49. χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
  50. οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον
  51. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  52. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  53. ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ
  54. οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.
  55. ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  56. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
  57. ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει
  58. πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  59. ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  60. φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
  61. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  62. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  63. ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  64. ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
  65. πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
  66. ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
  67. δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
  68. μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
  69. ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
  70. ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
  71. δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  72. ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
  73. εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
  74. ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
  75. Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
  76. ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
  77. μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
  78. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  79. τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
  80. ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
  81. πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
  82. στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
  83. ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
  84. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  85. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  86. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  87. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
  88. πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
  89. πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
  90. αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
  91. ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
  92. νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
  93. καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
  94. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
  95. ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  96. οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
  97. ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
  98. Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
  99. ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
  100. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
  101. μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
  102. ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
  103. ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
  104. τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
  105. ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
  106. πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  107. ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
  108. παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
  109. δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
  110. ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
  111. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
  112. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  113. ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  114. χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
  115. ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
  116. εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
  117. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  118. τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
  119. ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
  120. κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
  121. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  122. νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
  123. εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
  124. οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
  125. ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  126. ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
  127. ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
  128. οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
  129. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
  130. γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
  131. αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
  132. παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
  133. τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
  134. τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
  135. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  136. χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
  137. Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
  138. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  139. οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
  140. αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
  141. πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
  142. τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
  143. χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
  144. φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
  145. Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
  146. ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
  147. οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
  148. Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
  149. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  150. οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
  151. δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
  152. τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
  153. ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
  154. νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
  155. ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
  156. αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
  157. αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
  158. ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
  159. τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
  160. ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  161. ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
  162. πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
  163. κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
  164. σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
  165. δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
  166. ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
  167. ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
  168. οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
  169. κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
  170. οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
  171. ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
  172. ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
  173. χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
  174. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
  175. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  176. κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
  177. ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
  178. σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
  179. οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
  180. μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
  181. ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
  182. κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
  183. βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
  184. μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
  185. Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
  186. ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
  187. καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
  188. νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
  189. χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
  190. ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
  191. εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
  192. κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
  193. μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
  194. πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
  195. πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  196. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  197. ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
  198. καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
  199. τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
  200. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  201. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  202. βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
  203. οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
  204. νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
  205. ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
  206. ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
  207. πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
  208. θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
  209. νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
  210. ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
  211. γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
  212. ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
  213. εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
  214. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  215. αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  216. τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
  217. οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
  218. ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  219. ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
  220. σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
  221. πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
  222. ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
  223. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  224. αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
  225. ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
  226. ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
  227. πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
  228. χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  229. ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
  230. Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
  231. ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
  232. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  233. ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
  234. τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
  235. ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
  236. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
  237. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
  238. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
  239. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
  240. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
  241. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
  242. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
  243. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  244. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
  245. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
  246. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  247. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  248. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
  249. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
  250. αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  251. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
  252. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
  253. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
  254. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
  255. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
  256. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
  257. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
  258. φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
  259. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  260. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  261. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
  262. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
  263. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
  264. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
  265. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
  266. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  267. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  268. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  269. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
  270. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
  271. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
  272. πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
  273. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
  274. αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
  275. καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
  276. σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
  277. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  278. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  279. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
  280. αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
  281. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  282. ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
  283. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  284. ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
  285. ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
  286. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
  287. ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
  288. σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
  289. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  290. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
  291. παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
  292. δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
  293. πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
  294. ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
  295. πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
  296. ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
  297. ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
  298. Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
  299. ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
  300. ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
  301. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  302. τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
  303. ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
  304. πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
  305. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  306. μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
  307. αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
  308. κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
  309. ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
  310. ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
  311. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
  312. ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
  313. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  314. ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  315. κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  316. ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
  317. πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
  318. κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
  319. ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
  320. ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
  321. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
  322. ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
  323. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  324. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
  325. ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.
  1. αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
  2. χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη
  3. πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
  4. κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
  5. τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ
  6. ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
  7. καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
  8. αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
  9. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
  10. ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
  11. σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
  12. πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
  13. ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
  14. πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
  15. πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
  16. θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
  17. πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
  18. ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
  19. αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
  20. οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
  21. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
  22. τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
  23. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
  24. τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
  25. ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
  26. οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
  27. σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
  28. ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
  29. ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
  30. οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
  31. ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
  32. ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
  33. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
  34. ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
  35. τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
  36. πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
  37. ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
  38. ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
  39. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
  40. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
  41. ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
  42. ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
  43. πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  44. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  45. ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
  46. σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
  47. εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
  48. ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,
  49. εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,
  50. ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
  51. αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς
  52. ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  53. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
  54. ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
  55. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  56. ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,
  57. ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  58. ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε
  59. γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν
  60. αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες
  61. οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
  62. ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
  63. οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
  64. οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
  65. ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,
  66. ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
  67. τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·
  68. ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
  69. πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·
  70. καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
  71. Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
  72. ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
  73. βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
  74. ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
  75. εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
  76. ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
  77. θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
  78. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
  79. αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
  80. ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
  81. χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
  82. οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
  83. οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
  84. ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
  85. καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
  86. ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
  87. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
  88. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
  89. οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
  90. κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
  91. μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
  92. κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
  93. ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
  94. οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
  95. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
  96. ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
  97. ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
  98. οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
  99. ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
  100. δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
  101. τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
  102. βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
  103. ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
  104. ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
  105. τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
  106. ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
  107. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
  108. καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
  109. ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
  110. ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  111. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  112. καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
  113. οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
  114. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  115. ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
  116. ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
  117. φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
  118. εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
  119. Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  120. εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.
  121. τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
  122. ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  123. ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
  124. ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
  125. ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
  126. ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
  127. ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
  128. ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
  129. καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
  130. ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
  131. αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
  132. εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
  133. τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
  134. ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
  135. ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ
  136. κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
  137. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
  138. πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
  139. ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
  140. οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
  141. οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
  142. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
  143. ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
  144. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
  145. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
  146. αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
  147. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
  148. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  149. ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
  150. κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
  151. ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
  152. ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
  153. αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
  154. ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
  155. πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
  156. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
  157. γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
  158. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
  159. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  160. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  161. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
  162. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
  163. οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
  164. ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
  165. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  166. ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
  167. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
  168. πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
  169. μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
  170. ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
  171. ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
  172. ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
  173. Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
  174. νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,
  175. Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
  176. καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
  177. πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
  178. τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
  179. ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  180. ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
  181. οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
  182. νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
  183. ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
  184. ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
  185. ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
  186. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  187. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  188. ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
  189. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  190. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  191. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  192. τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
  193. εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
  194. ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
  195. δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·
  196. ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
  197. οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
  198. ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
  199. ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
  200. ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
  201. υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
  202. γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
  203. παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
  204. Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
  205. ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
  206. ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
  207. ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
  208. εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
  209. παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
  210. αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
  211. ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
  212. εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
  213. οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν
  214. ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
  215. γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
  216. ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
  217. καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
  218. ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
  219. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
  220. ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
  221. ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
  222. τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
  223. οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
  224. ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
  225. καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
  226. λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
  227. αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
  228. ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
  229. πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
  230. εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
  231. ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
  232. τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω
  233. λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
  234. δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
  235. ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  236. ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,
  237. δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
  238. νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
  239. ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.
  240. ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
  241. τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
  242. οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.
  243. αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
  244. μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
  245. κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
  246. Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
  247. νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
  248. ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.
  249. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
  250. δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
  251. θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
  252. ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
  253. ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
  254. ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
  255. νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι
  256. ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  257. πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
  258. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
  259. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
  260. αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
  261. ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
  262. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
  263. αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
  264. πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  265. αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  266. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  267. ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  268. χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  269. φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  270. μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  271. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  272. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  273. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
  274. ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
  275. αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—
  276. αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
  277. καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·
  278. αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
  279. καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,
  280. ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
  281. ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
  282. ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—
  283. ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν
  284. ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
  285. ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα
  286. χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
  287. ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  288. δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
  289. τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
  290. ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα
  291. Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
  292. ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
  293. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
  294. ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
  295. ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
  296. ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
  297. κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
  298. τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
  299. ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
  300. μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.
  301. ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
  302. φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
  303. δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
  304. νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
  305. Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
  306. ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
  307. ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.
  308. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
  309. κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.
  310. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
  311. ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
  312. ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
  313. τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
  314. ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  315. γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
  316. ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
  317. ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
  318. αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
  319. χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·
  320. ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
  321. ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
  322. ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,
  323. καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,
  324. χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
  325. καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
  326. τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  327. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  328. ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  329. ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
  330. ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
  331. ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  332. νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  333. οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  334. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  335. ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  336. ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
  337. ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
  338. ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
  339. ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
  340. αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
  341. ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,
  342. ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
  343. ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
  344. ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
  345. ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
  346. ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
  347. ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
  348. αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
  349. ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
  350. ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
  351. στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
  352. νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
  353. ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
  354. κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
  355. φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
  356. μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
  357. νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ
  358. ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
  359. ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
  360. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  361. ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
  362. ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
  363. ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
  364. εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
  365. μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς
  366. νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
  367. πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
  368. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
  369. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  370. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
  371. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
  372. αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
  373. ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
  374. ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
  375. ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
  376. ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
  377. ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
  378. ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
  379. ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
  380. ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
  381. ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
  382. φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
  383. νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
  384. καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
  385. πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
  386. καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
  387. μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
  388. οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
  389. ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
  390. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  391. ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
  392. οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
  393. ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
  394. μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
  395. εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
  396. ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
  397. Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
  398. εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
  399. δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
  400. ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
  401. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
  402. ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
  403. εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
  404. ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
  405. αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
  406. πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
  407. νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
  408. εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
  409. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  410. ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
  411. τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
  412. κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
  413. αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
  414. ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
  415. τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
  416. δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
  417. ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
  418. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
  419. οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
  420. τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
  421. λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  422. ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
  423. ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
  424. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  425. κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
  426. τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
  427. αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
  428. πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
  429. καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
  430. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  431. ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
  432. βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
  433. ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
  434. καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
  435. τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
  436. θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
  437. νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
  438. ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
  439. καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  440. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  441. ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
  442. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  443. ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
  444. οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
  445. ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
  446. ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
  447. σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
  448. ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
  449. σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
  450. αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
  451. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
  452. πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
  453. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  454. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  455. σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον
  456. σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
  457. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς
  458. πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
  459. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  460. εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
  461. ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
  462. κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
  463. εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
  464. ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
  465. καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
  466. καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
  467. ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
  468. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
  469. ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
  470. ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
  471. τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
  472. ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
  473. ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
  474. ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
  475. κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
  476. πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
  477. ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
  478. ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
  479. εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
  480. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
  481. ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
  482. ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
  483. ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  484. καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
  485. ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·
  486. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  487. οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
  488. δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων
  489. οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.
  490. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,
  491. οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
  492. φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
  493. σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
  494. ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
  495. κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
  496. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
  497. εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
  498. εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
  499. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
  500. καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
  501. βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
  502. κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
  503. ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
  504. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
  505. ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
  506. νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
  507. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  508. ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
  509. οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
  510. τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  511. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
  512. νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
  513. οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
  514. ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
  515. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  516. αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
  517. πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
  518. ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς
  519. εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.
  520. ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
  521. πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,
  522. ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
  523. ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν
  524. ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ
  525. ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
  526. ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,
  527. ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
  528. πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,
  529. ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,
  530. ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
  531. εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
  532. βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
  533. πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.
  1. ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
  2. ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
  3. νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
  4. εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
  5. εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
  6. ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
  7. Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ
  8. νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
  9. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  10. Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,
  11. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  12. οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι
  13. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  14. ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
  15. πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
  16. ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
  17. Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
  18. μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
  19. μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
  20. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
  21. κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
  22. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
  23. οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
  24. ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
  25. δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
  26. εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
  27. ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
  28. μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
  29. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
  30. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  31. ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει
  32. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  33. ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
  34. νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
  35. ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
  36. αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
  37. νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
  38. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  39. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
  40. ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω
  41. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  42. οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
  43. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
  44. αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
  45. λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
  46. ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
  47. ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
  48. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  49. Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
  50. νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.
  51. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
  52. ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
  53. καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
  54. τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
  55. ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
  56. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  57. ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
  58. ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
  59. τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
  60. σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
  61. δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
  62. ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
  63. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  64. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  65. ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
  66. ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
  67. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
  68. Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω
  69. ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
  70. ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,
  71. ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.
  72. ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι
  73. ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
  74. χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
  75. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω
  76. καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
  77. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  78. ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
  79. δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.
  80. εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,
  81. ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
  82. ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
  83. αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
  84. ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
  85. ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
  86. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  87. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  88. βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν
  89. οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·
  90. μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
  91. ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
  92. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
  93. αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
  94. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  95. ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
  96. ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·
  97. τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
  98. ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
  99. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  100. οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.
  101. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,
  102. Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
  103. υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν
  104. ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
  105. ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
  106. τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
  107. ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
  108. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  109. βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
  110. Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
  111. Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
  112. ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
  113. δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  114. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
  115. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  116. ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  117. ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  118. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  119. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  120. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
  121. ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
  122. θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
  123. ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
  124. πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  125. δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
  126. μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
  127. σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
  128. κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
  129. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  130. ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
  131. καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
  132. δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
  133. τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
  134. ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
  135. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  136. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  137. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  138. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
  139. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  140. πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
  141. οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
  142. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  143. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  144. δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
  145. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  146. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
  147. τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
  148. οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
  149. ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
  150. στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
  151. χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
  152. εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
  153. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  154. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  155. καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
  156. πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
  157. νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
  158. εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
  159. ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
  160. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  161. αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
  162. ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
  163. ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
  164. δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
  165. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  166. τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
  167. φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  168. ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
  169. ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
  170. ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
  171. τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
  172. κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
  173. ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
  174. ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
  175. ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
  176. ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  177. οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
  178. οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
  179. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  180. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
  181. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
  182. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
  183. ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
  184. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  185. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  186. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  187. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  188. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  189. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  190. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  191. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  192. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
  193. αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
  194. καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
  195. Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
  196. μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι
  197. ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
  198. ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
  199. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,
  200. μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
  201. ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
  202. ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,
  203. ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
  204. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  205. στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
  206. νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
  207. ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
  208. καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  209. σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
  210. πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
  211. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  212. οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
  213. ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
  214. ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
  215. ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
  216. ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
  217. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
  218. ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,
  219. αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
  220. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  221. αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  222. ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ
  223. νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
  224. τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
  225. μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
  226. ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
  227. ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
  228. δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
  229. Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
  230. ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
  231. εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
  232. δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων
  233. εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
  234. τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
  235. ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
  236. ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
  237. ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
  238. ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
  239. Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
  240. ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
  241. ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
  242. γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
  243. Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
  244. αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
  245. ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων
  246. παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,
  247. ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
  248. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
  249. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
  250. ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
  251. κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
  252. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
  253. θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
  254. ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
  255. ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
  256. τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,
  257. ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν
  258. σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
  259. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  260. ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  261. λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
  262. σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
  263. εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·
  264. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  265. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  266. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  267. ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
  268. εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
  269. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
  270. ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
  271. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  272. οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
  273. ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
  274. Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
  275. τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
  276. φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.
  277. ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
  278. μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.
  279. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  280. οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,
  281. ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.
  282. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
  283. καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·
  284. ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
  285. ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ
  286. εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
  287. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
  288. ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.
  289. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  290. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  291. ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
  292. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
  293. λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα
  294. νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
  295. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
  296. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  297. ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
  298. ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  299. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
  300. ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
  301. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  302. δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
  303. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  304. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  305. ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
  306. αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·
  307. κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
  308. ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
  309. πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
  310. ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον
  311. ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
  312. πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
  313. καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο
  314. ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
  315. καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
  316. εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
  317. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
  318. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  319. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
  320. ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
  321. δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
  322. πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
  323. δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
  324. οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
  325. τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
  326. ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
  327. ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
  328. εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
  329. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  330. οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
  331. ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
  332. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
  333. οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
  334. σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
  335. ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
  336. οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
  337. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  338. κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
  339. πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.
  340. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  341. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  342. ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
  343. πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
  344. ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν
  345. ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
  346. νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
  347. εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
  348. πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
  349. ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,
  350. ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
  351. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  352. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  353. Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ
  354. θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·
  355. ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
  356. κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα
  357. ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
  358. ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
  359. λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
  360. ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
  361. ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
  362. τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
  363. οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
  364. θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
  365. τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.
  366. αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,
  367. τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,
  368. αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη
  369. καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα
  370. ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.
  371. νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ
  372. ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·
  373. τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
  374. ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
  375. οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
  376. ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν
  377. ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
  378. καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
  379. ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
  380. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  381. ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
  382. πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
  383. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  384. ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
  385. ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
  386. ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
  387. ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
  388. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  389. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  390. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  391. σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
  392. ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,
  393. ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
  394. πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
  395. τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
  396. εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι
  397. δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
  398. νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
  399. κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
  400. μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
  401. ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.
  402. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  403. νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
  404. Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
  405. οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,
  406. εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.
  407. πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
  408. νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·
  409. ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,
  410. ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
  411. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
  412. ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·
  413. τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
  414. Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
  415. ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
  416. τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
  417. ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,
  418. καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·
  419. τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
  420. πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
  421. εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
  422. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  423. εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·
  424. ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·
  425. ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
  426. κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·
  427. ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
  428. ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες
  429. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  430. τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·
  431. ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,
  432. ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
  433. αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
  434. τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
  435. εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,
  436. ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.
  437. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.
  438. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  439. τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
  440. σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν
  441. ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,
  442. ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι
  443. ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ
  444. δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.
  445. ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.
  446. ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
  447. ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·
  448. οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·
  449. καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
  450. παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,
  451. κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·
  452. τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον
  453. ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.
  454. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,
  455. οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες
  456. ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.
  457. ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,
  458. καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
  459. ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς
  460. χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.
  461. τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ
  462. χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,
  463. ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.
  464. ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,
  465. ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.
  466. εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας
  467. ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.
  468. οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,
  469. ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ
  470. ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.
  471. δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·
  472. ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,
  473. ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
  474. οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
  475. νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.
  476. ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·
  477. ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
  478. τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,
  479. ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.
  480. καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι
  481. ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·
  482. τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
  483. ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
  484. οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
  485. τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·
  486. Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
  487. ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
  488. ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
  489. Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας
  490. ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
  491. ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε
  492. πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.
  493. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  494. καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·
  495. αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου
  496. Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν
  497. καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·
  498. ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
  499. ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
  500. δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
  501. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  502. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
  503. ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,
  504. αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·
  505. ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
  506. ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
  507. δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
  508. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  509. πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι
  510. ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;
  511. ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
  512. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  513. ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
  514. ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ
  515. χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
  516. ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ
  517. φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.
  518. ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,
  519. Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,
  520. τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·
  521. καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
  522. μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
  523. ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,
  524. εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
  525. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  526. κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι
  527. τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
  528. μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
  529. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
  530. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  531. Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
  532. ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
  533. ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
  534. ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.
  535. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  536. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  537. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  538. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  539. ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·
  540. Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
  541. πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·
  542. καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
  543. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  544. τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
  545. Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,
  546. τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
  547. ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους
  548. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
  549. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  550. Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  551. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
  552. νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
  553. οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
  554. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  555. τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,
  556. ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
  557. ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,
  1. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  2. ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,
  3. ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
  4. Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
  5. οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
  6. σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
  7. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  8. Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος
  9. ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
  10. ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
  11. οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
  12. ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,
  13. ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
  14. κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,
  15. κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
  16. χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
  17. ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
  18. ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
  19. μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,
  20. ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
  21. πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·
  22. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  23. ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε
  24. ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
  25. ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
  26. τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
  27. οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
  28. ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
  29. ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
  30. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  31. ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,
  32. ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
  33. ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
  34. ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ
  35. χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.
  36. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  37. καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
  38. σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ
  39. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  40. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·
  41. αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
  42. τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
  43. Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·
  44. ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
  45. σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.
  46. ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.
  47. χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·
  48. ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
  49. τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
  50. ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
  51. σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
  52. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·
  53. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
  54. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  55. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  56. δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
  57. ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται
  58. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  59. οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  60. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  61. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
  62. ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
  63. φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
  64. πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
  65. νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
  66. ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·
  67. ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.
  68. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  69. Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  70. πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
  71. αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
  72. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·
  73. μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
  74. ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
  75. εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  76. ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
  77. μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
  78. ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  79. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  80. δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
  81. πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  82. εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
  83. εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
  84. ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
  85. κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
  86. ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
  87. μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
  88. πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
  89. ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  90. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  91. ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  92. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  93. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  94. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  95. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  96. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
  97. ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
  98. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  99. αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
  100. ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·
  101. αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
  102. εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
  103. ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  104. εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
  105. βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
  106. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  107. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  108. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
  109. καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
  110. μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
  111. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  112. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  113. οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
  114. οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
  115. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  116. ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
  117. μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
  118. μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
  119. μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
  120. τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.
  121. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  122. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  123. ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
  124. τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
  125. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  126. ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  127. οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
  128. ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
  129. ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ
  130. εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
  131. αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
  132. οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν
  133. πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
  134. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  135. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  136. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  137. ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
  138. δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων
  139. ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ
  140. πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·
  141. αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
  142. οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
  143. οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
  144. ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.
  145. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  146. ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·
  147. εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
  148. πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
  149. ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς
  150. πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν
  151. ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
  152. κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
  153. ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα,
  154. δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην
  155. λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
  156. ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ
  157. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
  158. στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·
  159. οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,
  160. οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
  161. ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο
  162. κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
  163. ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,
  164. ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
  165. στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·
  166. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.
  167. ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
  168. ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε
  169. ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ
  170. δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
  171. ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  172. φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
  173. θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.
  174. ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
  175. κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
  176. ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς
  177. ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,
  178. ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,
  179. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  180. ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,
  181. ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.
  182. ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·
  183. ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
  184. ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων
  185. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  186. οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
  187. ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
  188. πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  189. ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
  190. δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
  191. Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
  192. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  193. οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
  194. θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
  195. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
  196. ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  197. ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
  198. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
  199. νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  200. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  201. Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
  202. οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
  203. οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  204. ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
  205. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  206. αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
  207. ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
  208. ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
  209. ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
  210. ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  211. ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
  212. ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
  213. ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
  214. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  215. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  216. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  217. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  218. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  219. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  220. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  221. ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
  222. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  223. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  224. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  225. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  226. Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
  227. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
  228. καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  229. κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
  230. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
  231. καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
  232. νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
  233. ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
  234. ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
  235. ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·
  236. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
  237. φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι
  238. μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
  239. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  240. ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
  241. χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·
  242. ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη
  243. ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
  244. μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,
  245. ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
  246. ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
  247. κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·
  248. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
  249. ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
  250. ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
  251. καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
  252. καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
  253. τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
  254. μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
  255. ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,
  256. φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
  257. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  258. τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  259. καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
  260. ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
  261. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  262. ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
  263. ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις
  264. ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
  265. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  266. οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
  267. φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
  268. ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
  269. ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
  270. οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
  271. αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
  272. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
  273. εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
  274. τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
  275. ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
  276. ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
  277. ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
  278. μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι
  279. πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
  280. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  281. ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
  282. νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας
  283. ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
  284. ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
  285. πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
  286. παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
  287. ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
  288. οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
  289. ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
  290. πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
  291. μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
  292. ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
  293. καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
  294. νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
  295. καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
  296. ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα
  297. Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
  298. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  299. εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
  300. μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
  301. μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
  302. μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
  303. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
  304. καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
  305. ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
  306. ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
  307. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
  308. ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
  309. γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·
  310. ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
  311. ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
  312. δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
  313. ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
  314. χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
  315. ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
  316. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
  317. ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
  318. ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
  319. εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
  320. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  321. ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
  322. ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
  323. οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
  324. νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  325. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
  326. αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
  327. αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
  328. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  329. οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει
  330. ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
  331. ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
  332. τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
  333. τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
  334. ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,
  335. κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
  336. ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
  337. Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
  338. πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
  339. αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
  340. βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
  341. μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
  342. ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
  343. αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
  344. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  345. ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
  346. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  347. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
  348. ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
  349. κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
  350. οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
  351. στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
  352. ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
  353. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
  354. μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
  355. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
  356. νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
  357. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
  358. αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  359. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
  360. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
  361. εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
  362. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  363. ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
  364. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
  365. αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
  366. οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
  367. νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
  368. Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
  369. αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
  370. ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
  371. Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
  372. τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
  373. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
  374. λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
  375. ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
  376. εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
  377. ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
  378. οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
  379. οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
  380. μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
  381. γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
  382. ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
  383. ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
  384. δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
  385. κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
  386. εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
  387. αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
  388. μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
  389. ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
  390. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  391. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  392. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  393. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
  394. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
  395. ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
  396. ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
  397. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  398. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  399. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  400. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
  401. κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
  402. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
  403. αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
  404. εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
  405. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  406. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
  407. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
  408. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
  409. μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
  410. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
  411. κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
  412. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
  413. ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  414. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  415. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
  416. Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  417. Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
  418. ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον
  419. βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.
  420. μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
  421. ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
  422. μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
  423. ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
  424. δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
  425. οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
  426. ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·
  427. τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
  428. ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·
  429. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
  430. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
  431. παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·
  432. ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
  433. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  434. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  435. θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  436. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,
  437. ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
  438. ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
  439. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  440. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
  441. ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
  442. πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
  443. ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
  444. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
  445. ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
  446. ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.
  447. ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.
  448. ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  449. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  450. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  451. ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
  452. ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
  453. σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
  454. ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
  455. ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
  456. λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
  457. γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
  458. ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
  459. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·
  460. ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
  461. ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
  462. ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
  463. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  464. οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
  465. ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
  466. ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
  467. ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
  468. κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
  469. ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
  470. ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
  471. ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
  472. ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
  473. βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
  474. καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
  475. ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
  476. ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
  477. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  478. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  479. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  480. κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
  3. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  4. εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,
  5. ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·
  6. ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ
  7. ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
  8. κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
  9. πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.
  10. τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι
  11. δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι
  12. πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας
  13. ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
  14. ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
  15. ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.
  16. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  17. ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·