Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
  2. οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
  3. πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
  4. αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
  5. κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
  6. ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
  7. ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.