Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  2. ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
  3. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
  4. λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
  5. ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
  6. φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
  7. ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
  8. αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
  9. αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
  10. ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
  11. ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα