Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
  2. κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
  3. δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·
  4. ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
  5. ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
  6. τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
  7. ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.