μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖςνῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρτόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆςγίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μινγηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃσμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντεςπυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,