Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
  • οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.
  • φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,
  • θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
  • αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,
  • τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
  • πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.
  • ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην
  • ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα
  • ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ
  • σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
  • ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·
  • σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,
  • δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.
  • ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
  • αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι
  • πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα