Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.
  • οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
  • Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.
  • καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
  • ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
  • οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
  • ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
  • κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη
  • κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.
  • οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,
  • οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
  • πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
  • μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
  • πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
  • νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.
  • οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
  • τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
  • ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
  • τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
  • γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
  • γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.
  • τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
  • ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
  • σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
  • πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
  • μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
  • ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
  • αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
  • δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
  • κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
  • τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
  • παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
  • φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
  • τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
  • πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
  • τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
  • τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.