Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
  2. τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
  3. ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
  4. κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.
  5. οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
  6. Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.
  7. καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
  8. ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
  9. οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
  10. ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
  11. κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη
  12. κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.
  13. οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,
  14. οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
  15. πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
  16. μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
  17. πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
  18. νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.
  19. οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
  20. τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
  21. ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
  22. τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
  23. γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
  24. γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.
  25. τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
  26. ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
  27. σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
  28. πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
  29. μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
  30. ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
  31. αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
  32. δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
  33. κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
  34. τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
  35. παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
  36. φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
  37. τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
  38. πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
  39. τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
  40. τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
  41. τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ
  42. δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·
  43. οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.
  44. ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
  45. νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
  46. ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.
  47. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  48. εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
  49. εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
  50. τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.
  51. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  52. σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
  53. καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
  54. ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
  55. δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
  56. οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
  57. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
  58. δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
  59. τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.
  60. ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
  61. μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
  62. ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
  63. Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
  64. βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
  65. ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,
  66. πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,
  67. οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,
  68. νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
  69. ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
  70. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
  71. Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
  72. μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
  73. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
  74. ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
  75. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
  76. νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
  77. ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
  78. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  79. ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
  80. αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
  81. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
  82. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
  83. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  84. ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
  85. ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
  86. Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
  87. αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
  88. ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
  89. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  90. ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
  91. θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
  92. ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
  93. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
  94. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
  95. φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
  96. οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
  97. δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
  98. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
  99. εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
  100. ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
  101. ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
  102. τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
  103. νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
  104. αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  105. ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
  106. ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο
  107. καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
  108. ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
  109. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
  110. τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
  111. αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
  112. Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
  113. ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
  114. οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
  115. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·
  116. αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  117. ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
  118. ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς
  119. ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·
  120. δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
  121. νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
  122. οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
  123. πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,
  124. ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
  125. ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
  126. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
  127. ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
  128. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
  129. ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
  130. ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
  131. αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
  132. πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
  133. αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα
  134. φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,
  135. αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
  136. ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.
  137. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα
  138. καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
  139. τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,
  140. βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ
  141. νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
  142. αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
  143. μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
  144. ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
  145. οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
  146. εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
  147. ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
  148. ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
  149. νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
  150. ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
  151. τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
  152. δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
  153. σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ
  154. βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
  155. τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
  156. νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
  157. κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
  158. ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
  159. Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
  160. μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
  161. εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
  162. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
  163. λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
  164. αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
  165. μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
  166. πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
  167. Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
  168. οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
  169. πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
  170. ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
  171. ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
  172. δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
  173. ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
  174. πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη
  175. ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
  176. ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
  177. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
  178. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
  179. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
  180. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
  181. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
  182. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
  183. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
  184. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
  185. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
  186. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
  187. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
  188. ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
  189. ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
  190. ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
  191. ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
  192. αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
  193. χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
  194. οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
  195. πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
  196. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
  197. Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
  198. ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
  199. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
  200. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
  201. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
  202. οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
  203. μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
  204. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  205. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
  206. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  207. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
  208. ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
  209. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  210. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
  211. ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
  212. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
  213. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
  214. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
  215. σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
  216. κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
  217. ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
  218. οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
  219. νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
  220. ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
  221. νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
  222. ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
  223. γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
  224. ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
  225. ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
  226. νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
  227. ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  228. δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
  229. ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
  230. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  231. καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
  232. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  233. Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
  234. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
  235. εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν
  236. εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
  237. ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
  238. ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
  239. ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.
  240. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  241. στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
  242. ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
  243. νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
  244. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  245. μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
  246. οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
  247. κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
  248. ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  249. ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
  250. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  251. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  252. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  253. νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
  254. ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
  255. καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
  256. ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
  257. ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
  258. δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
  259. Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
  260. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  261. μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
  262. γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
  263. οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
  264. τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
  265. ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
  266. καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
  267. ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
  268. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
  269. δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
  270. εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
  271. ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
  272. χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  273. ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
  274. οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
  275. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
  276. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
  277. πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
  278. λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
  279. ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  280. ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  281. εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
  282. αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
  283. τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
  284. εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
  285. νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,
  286. βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
  287. ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
  288. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  289. αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  290. ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
  291. βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
  292. τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
  293. φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
  294. οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
  295. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
  296. μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
  297. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  298. οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,
  299. ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
  300. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
  301. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.
  302. καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
  303. βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  304. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
  305. καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
  306. οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·
  307. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  308. ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
  309. οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
  310. ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε
  311. Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
  312. αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
  313. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  314. τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
  315. οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
  316. χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
  317. ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.
  318. εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,
  319. δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.
  320. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  321. Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε
  322. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
  323. τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
  324. τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  325. ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·
  326. ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
  327. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  328. νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
  329. εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.
  330. τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·
  331. εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,
  332. ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.
  333. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
  334. δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·
  335. ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
  336. καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
  337. ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
  338. ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.
  339. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
  340. φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
  341. δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
  342. νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
  343. ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε
  344. κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,
  345. ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα
  346. ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα
  347. εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ
  348. πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε
  349. πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
  350. κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.
  351. Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
  352. ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
  353. ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.
  354. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
  355. κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.
  356. αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους
  357. λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
  358. ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ
  359. ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·
  360. τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
  361. ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
  362. ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
  363. ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,
  364. ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
  365. παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι
  366. ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
  367. ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·
  368. αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,
  369. τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον
  370. οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·
  371. ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,
  372. μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
  373. νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω
  374. ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον
  375. ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
  376. κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
  377. τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
  378. ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
  379. μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
  380. ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
  381. Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
  382. εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
  383. ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ
  384. νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
  385. ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
  386. ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;
  387. ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
  388. σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν
  389. αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.
  1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
  2. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
  3. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  4. ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
  5. ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω
  6. ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
  7. ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
  8. ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
  9. αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.
  10. εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
  11. κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
  12. δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·
  13. ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
  14. ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
  15. τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
  16. ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.
  17. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  18. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  19. νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
  20. καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
  21. αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
  22. βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
  23. οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
  24. τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
  25. Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
  26. μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα
  27. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
  28. Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
  29. πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
  30. δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.
  31. ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
  32. νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
  33. ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
  34. δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
  35. ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
  36. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
  37. Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
  38. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  39. πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
  40. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
  41. πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
  42. ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
  43. νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
  44. ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
  45. κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
  46. παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
  47. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
  48. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  49. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  50. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  51. πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
  52. τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
  53. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  54. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
  55. ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  56. αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
  57. Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
  58. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  59. χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
  60. ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.
  61. αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
  62. παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.
  63. ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
  64. τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
  65. ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·
  66. Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,
  67. τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
  68. τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·
  69. ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
  70. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  71. αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
  72. δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
  73. κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
  74. νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
  75. πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
  76. σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
  77. κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
  78. εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
  79. καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
  80. νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
  81. ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
  82. πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
  83. ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
  84. ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
  85. πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
  86. ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
  87. κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
  88. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
  89. ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
  90. ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
  91. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  92. δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
  93. εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
  94. ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
  95. τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
  96. Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
  97. ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
  98. ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
  99. αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
  100. ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
  101. νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
  102. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
  103. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  104. ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
  105. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
  106. λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
  107. ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
  108. φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
  109. ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
  110. αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
  111. αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
  112. ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
  113. ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα
  114. ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,
  115. σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
  116. οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
  117. πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
  118. αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
  119. κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
  120. ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
  121. ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
  122. καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
  123. ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
  124. πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
  125. αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
  126. λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
  127. πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
  128. Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
  129. τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
  130. Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
  131. καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
  132. οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
  133. πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
  134. οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  135. κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
  136. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
  137. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  138. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
  139. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
  140. ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  141. οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
  142. πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
  143. ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
  144. οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
  145. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
  146. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  147. αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
  148. ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
  149. νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
  150. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  151. ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
  152. ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  153. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·