ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶνκύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνειὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκεκυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρηκείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖςνῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.