Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
  2. τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
  3. ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·
  4. ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
  5. τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
  6. ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
  7. κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.
  8. οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
  9. Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.
  10. καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
  11. ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
  12. οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
  13. ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
  14. κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη
  15. κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.
  16. οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,
  17. οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
  18. πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
  19. μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
  20. πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
  21. νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.
  22. οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
  23. τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
  24. ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
  25. τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
  26. γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
  27. γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.
  28. τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
  29. ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
  30. σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
  31. πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
  32. μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
  33. ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
  34. αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
  35. δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
  36. κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
  37. τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
  38. παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
  39. φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
  40. τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
  41. πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
  42. τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
  43. τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
  44. τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ
  45. δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·
  46. οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.
  47. ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
  48. νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
  49. ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.
  50. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  51. εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
  52. εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
  53. τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.
  54. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  55. σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
  56. καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
  57. ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
  58. δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
  59. οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
  60. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
  61. δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
  62. τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.
  63. ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
  64. μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
  65. ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
  66. Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
  67. βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
  68. ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,
  69. πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,
  70. οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,
  71. νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
  72. ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
  73. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
  74. Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
  75. μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
  76. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
  77. ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
  78. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
  79. νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
  80. ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
  81. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  82. ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
  83. αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
  84. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
  85. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
  86. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  87. ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
  88. ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
  89. Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
  90. αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
  91. ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
  92. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  93. ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
  94. θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
  95. ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
  96. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
  97. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
  98. φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
  99. οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
  100. δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
  101. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
  102. εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
  103. ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
  104. ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
  105. τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
  106. νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
  107. αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  108. ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
  109. ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο
  110. καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
  111. ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
  112. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
  113. τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
  114. αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
  115. Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
  116. ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
  117. οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
  118. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·
  119. αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  120. ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
  121. ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς
  122. ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·
  123. δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,