ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰςκῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαιτρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶνκύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνειὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκεκυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρηκείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.