ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρωνκηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃτῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τεὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸςθυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰςκῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαιτρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶνκύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.