κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τεεἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳσοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιναὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
- κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
- τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
- ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,