ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντιἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχονοὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσωἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθονὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστηκρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.