ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχουςλῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντιἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχονοὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσωἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθονὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστηκρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τεεἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳσοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιναὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
- κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
- τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
- ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
- ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω
- ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
- ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
- ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
- αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.
- εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ