ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθεκεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλαἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάνταεἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶπλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξεπάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼςκάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.