ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθεκεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλαἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάνταεἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶπλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξεπάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼςκάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχουςλῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντιἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχονοὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω