καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷτυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχοςεὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη