Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
  • Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
  • ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.
  • ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
  • Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα
  • οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
  • ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
  • ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς
  • ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.
  • ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων
  • κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
  • τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,
  • δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
  • ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,
  • ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.
  • εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
  • οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.
  • αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,
  • ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,
  • ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
  • θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.
  • ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς
  • κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·
  • Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
  • τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
  • τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
  • ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·
  • ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
  • τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
  • ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
  • κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.
  • οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
  • Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.
  • καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
  • ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
  • οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
  • ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
  • κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη
  • κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.
  • οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,
  • οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
  • πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
  • μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
  • πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
  • νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.
  • οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
  • τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
  • ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
  • τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
  • γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
  • γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.
  • τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
  • ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
  • σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
  • πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
  • μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
  • ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
  • αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
  • δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
  • κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
  • τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
  • παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
  • φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
  • τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
  • πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
  • τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
  • τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
  • τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ
  • δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·
  • οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.
  • ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
  • νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
  • ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,