δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθεΛαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γεχαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινεκαὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷτυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχοςεὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθεκεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλαἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάνταεἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶπλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξεπάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼςκάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχουςλῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,